Τρίτη 21 Φεβρουαρίου 2012

Παυσανία Ελλάδος περιήγησις / Αρκαδικά




Ελλάδος περιήγησις/Αρκαδικά

              "ΒΙΚΙΘΗΚΗ"

.................
XXXIX. παρὰ δὲ τὴν Λυκόσουραν ὡς ἐπὶ ἡλίου δυσμὰς ποταμὸς Πλατανιστὼν παρέξεισιν: ἀνδρὶ δὲ ἰόντι ἐς Φιγαλίαν ἀνάγκη πᾶσα διαβῆναι τὸν Πλατανιστῶνα, μετὰ δὲ αὐτόν ἐστιν ἄνοδος ὅσον τε σταδίους τριάκοντα ἢ πλείους τῶν τριάκοντα οὐ πολλῷ. [2] τὰ δὲ ἐς τὸν Λυκάονος Φίγαλον--οὗτος γὰρ δὴ τῇ πόλει τὸ ἐξ ἀρχῆς ἐγένετο οἰκιστής--καὶ ὡς μετέβαλεν ἀνὰ χρόνον ἀπὸ Φιάλου Βουκολίωνος τὸ ὄνομα ἡ πόλις καὶ αὖθις [τε] ἀνεσώσατο τὸ ἀρχαῖον, τόδε μὲν καὶ πρότερον ἔτι ἐσήμαινεν ἡμῖν ὁ λόγος: λέγεται δὲ καὶ ἄλλα οὐκ ἀξιόχρεα ἐς πίστιν, ἄνδρα αὐτόχθονα εἶναι τὸν Φίγαλον καὶ οὐ Λυκάονος παῖδα: τοῖς δὲ εἰρημένον ἐστὶν ὡς ἡ Φιγαλία νύμφη τῶν καλουμένων εἴη Δρυάδων. [3] Λακεδαιμόνιοι δὲ ἡνίκα Ἀρκάσιν ἐπεχείρησαν καὶ ἐσέβαλον ἐς τὴν Φιγαλίαν στρατιᾷ, μάχῃ τε νικῶσι τοὺς ἐπιχωρίους καὶ ἐπολιόρκουν προσκαθεζόμενοι: κινδυνεύοντος δὲ ἁλῶναι τοῦ τείχους ἐκδιδράσκουσιν οἱ Φιγαλεῖς, ἢ καὶ οἱ Λακεδαιμόνιοι σφᾶς ἀφιᾶσιν ἐξελθεῖν ὑποσπόνδους. ἐγένετο δὲ ἡ τῆς Φιγαλίας ἅλωσις καὶ Φιγαλέων ἡ ἐξ αὐτῆς φυγὴ Μιλτιάδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς τριακοστῆς Ὀλυμπιάδος, ἣν Χίονις Λάκων ἐνίκα τὸ τρίτον. [4] Φιγαλέων δὲ τοῖς διαπεφευγόσιν ἔδοξεν ἀφικομένοις ἐς Δελφοὺς ἐρωτᾶν ὑπὲρ καθόδου τὸν θεόν: καί σφισιν ἡ Πυθία καθ' αὑτοὺς μὲν πειρωμένοις ἐς Φιγαλίαν κατελθεῖν οὐχ ὁρᾶν ἔφη κάθοδον, εἰ δὲ λογάδας ἑκατὸν ἐξ Ὀρεσθασίου προσλάβοιεν, τοὺς μὲν ἀποθανεῖσθαι παρὰ τὴν μάχην, Φιγαλεῦσι δὲ ἔσεσθαι δι' αὐτῶν κάθοδον. Ὀρεσθάσιοι δὲ ὡς τὴν γενομένην τοῖς Φιγαλεῦσιν ἐπύθοντο μαντείαν, ἄλλος ἔφθανεν ἄλλον σπουδῇ λογάδων τε τῶν ἑκατὸν αὐτὸς ἕκαστος γενέσθαι καὶ ἐξόδου τῆς ἐς Φιγαλίαν μετασχεῖν. [5] παρελθόντες δὲ ἐπὶ τὴν Λακεδαιμονίων φρουρὰν ἄγουσιν ἐς πάντα ἐπὶ τέλος τὸν χρησμόν: καὶ γὰρ αὐτοῖς λόγου μαχεσαμένοις ἀξίως ἐπεγένετο ἡ τελευτὴ καὶ ἐξελάσαντες τοὺς Σπαρτιάτας παρέσχον Φιγαλεῦσιν ἀπολαβεῖν τὴν πατρίδα.

κεῖται δὲ ἡ Φιγαλία ἐπὶ μετεώρου μὲν καὶ ἀποτόμου <τὰ> πλέονα, καὶ ἐπὶ τῶν κρημνῶν ᾠκοδομημένα ἐστὶ τείχη σφίσιν: ἀνελθόντι δὲ ὁμαλής ἐστιν ὁ λόφος ἤδη καὶ ἐπίπεδος. ἔστι δὲ Σωτείρας τε ἱερὸν ἐνταῦθα Ἀρτέμιδος καὶ ἄγαλμα ὀρθὸν λίθου: ἐκ τούτου δὲ τοῦ ἱεροῦ καὶ τὰς πομπάς σφισι πέμπειν κατέστη. [6] ἐν δὲ τῷ γυμνασίῳ τὸ ἄγαλμα τοῦ Ἑρμοῦ ἀμπεχομένῳ μὲν ἔοικεν ἱμάτιον, καταλήγει δὲ οὐκ ἐς πόδας, ἀλλὰ ἐς τὸ τετράγωνον σχῆμα. πεποίηται δὲ καὶ Διονύσου ναός: ἐπίκλησις μέν ἐστιν αὐτῷ παρὰ τῶν ἐπιχωρίων Ἀκρατοφόρος, τὰ κάτω δὲ οὐκ ἔστι σύνοπτα τοῦ ἀγάλματος ὑπὸ δάφνης τε φύλλων καὶ κισσῶν. ὁπόσον δὲ αὐτοῦ καθορᾶν ἔστιν, ἐπαλήλιπται Κιννάβαρι ἐκλάμπειν: εὑρίσκεσθαι δὲ ὑπὸ τῶν Ἰβήρων ὁμοῦ τῷ χρυσῷ λέγεται.

XL. Φιγαλεῦσι δὲ ἀνδριάς ἐστιν ἐπὶ τῆς ἀγορᾶς Ἀρ<ρα>χίωνος τοῦ παγκρατιαστοῦ, τά τε ἄλλα ἀρχαῖος καὶ οὐχ ἥκιστα ἐπὶ τῷ σχήματι: οὐ διεστᾶσι μὲν πολὺ οἱ πόδες, καθεῖνται δὲ παρὰ πλευρὰν αἱ χεῖρες ἄχρι τῶν γλουτῶν. πεποίηται μὲν δὴ ἡ εἰκὼν λίθου, λέγουσι δὲ καὶ ἐπίγραμμα ἐπ' αὐτὴν γραφῆναι: καὶ τοῦτο μὲν ἠφάνιστο ὑπὸ τοῦ χρόνου, τῷ δὲ Ἀῤῥαχίωνι ἐγένοντο Ὀλυμπικαὶ νῖκαι δύο μὲν Ὀλυμπιάσι ταῖς πρὸ τῆς τετάρτης καὶ πεντηκοστῆς, ἐγένετο δὲ καὶ ἐν αὐτῇ σὺν δικαίῳ τε ἐκ τῶν Ἑλλανοδικῶν καὶ Ἀῤῥαχίωνος αὐτοῦ τῇ ἀρετῇ. [2] ὡς γὰρ δὴ πρὸς τὸν καταλειπόμενον ἔτι τῶν ἀνταγωνιστῶν ἐμάχετο ὑπὲρ τοῦ κοτίνου, ὁ μὲν προέλαβεν ὅστις δὴ ὁ ἀνταγωνιζόμενος καὶ τοῖς ποσὶ τὸν Ἀῤῥαχίωνα εἶχεν ἐζωκὼς καὶ τὸν τράχηλον ἐπίεζεν ἅμα αὐτοῦ ταῖς χερσίν: ὁ δὲ Ἀῤῥαχίων ἐκκλᾷ τῶν ἐν τῷ ποδὶ τοῦ ἀνταγωνιζομένου δάκτυλον, καὶ Ἀῤῥαχίων τε τὴν ψυχὴν ἀφίησιν ἀγχόμενος καὶ ὁ ἄγχων τὸν Ἀῤῥαχίωνα ὑπὸ τοῦ δακτύλου τῆς ὀδύνης κατὰ τὸν καιρὸν ἀπαγορεύει τὸν αὐτόν. Ἠλεῖοι δὲ ἐστεφάνωσάν τε καὶ ἀνηγόρευσαν νικῶντα τοῦ Ἀῤῥαχίωνος τὸν νεκρόν. [3] ἐοικὸς δὲ καὶ Ἀργείους οἶδα ἐπὶ Κρεύγᾳ ποιήσαντας Ἐπιδαμνίῳ πύκτῃ: καὶ γὰρ Ἀργεῖοι τεθνεῶτι ἔδοσαν τῷ Κρεύγᾳ τῶν Νεμείων τὸν στέφανον, ὅτι ὁ πρὸς αὐτὸν μαχόμενος Δαμόξενος Συρακόσιος παρέβη τὰ ὡμολογημένα σφίσιν ἐς ἀλλήλους. ἐφήξειν μὲν γὰρ ἔμελλεν ἑσπέρα πυκτεύουσιν αὐτοῖς, συνέθεντο δὲ ἐς ἐπήκοον ἀνὰ μέρος τὸν ἕτερον ὑποσχεῖν αὐτῶν τῷ ἑτέρῳ πληγήν. τοῖς δὲ πυκτεύουσιν οὐκ ἦν πω τηνικαῦτα ἱμὰς ὀξὺς ἐπὶ τῷ καρπῷ τῆς χειρὸς ἑκατέρας, ἀλλὰ ταῖς μειλίχαις ἔτι ἐπύκτευον, ὑπὸ τὸ κοῖλον δέοντες τῆς χειρός, ἵνα οἱ δάκτυλοί σφισιν ἀπολείπωνται γυμνοί: αἱ δὲ ἐκ βοέας ὠμῆς ἱμάντες λεπτοὶ τρόπον τινὰ ἀρχαῖον πεπλεγμένοι δι' ἀλλήλων ἦσαν αἱ μειλίχαι. [4] τότε οὖν ὁ μὲν τὴν πληγὴν ἀφῆκεν ἐς τοῦ Δαμοξένου τὴν κεφαλήν: ὁ δὲ ἀνασχεῖν τὴν χεῖρα ὁ Δαμόξενος ἐκέλευσε τὸν Κρεύγαν, ἀνασχόντος δὲ παίει τοῖς δακτύλοις ὀρθοῖς ὑπὸ τὴν πλευράν, ὑπὸ δὲ ἀκμῆς τε τῶν ὀνύχων καὶ βίας τῆς πληγῆς τὴν χεῖρα ἐς τὸ ἐντὸς καθεὶς καὶ ἐπιλαβόμενος τῶν σπλάγχνων ἐς τὸ ἐκτὸς ἕλκων ἀπέῤῥηξε. [5] καὶ ὁ μὲν τὴν ψυχὴν αὐτίκα ὁ Κρεύγας ἀφίησιν, οἱ δὲ Ἀργεῖοι τὸν Δαμόξενον ἅτε τὰ συγκείμενα ὑπερβάντα καὶ ἀντὶ μιᾶς κεχρημένον πολλαῖς ἐς τὸν ἀντίπαλον ταῖς πληγαῖς ἐξελαύνουσι, τῷ Κρεύγᾳ δὲ τὴν νίκην τεθνεῶτι ἔδοσαν καὶ ἐποιήσαντο εἰκόνα ἐν Ἄργει: καὶ ἐς ἐμὲ ἔκειτο ἐν τοῦ Ἀπόλλωνος τοῦ Λυκίου.

XLI. Φιγαλεῦσι δὲ ἐπὶ τῆς ἀγορᾶς καὶ πολυάνδριον τῶν λογάδων τῶν Ὀρεσθασίων ἐστί, καὶ ὡς ἥρωσιν αὐτοῖς ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος. [2] ποταμὸς δὲ ὁ καλούμενος Λύμαξ ἐκδίδωσι μὲν ἐς τὴν Νέδαν παρ' αὐτὴν ῥέων Φιγαλίαν, γενέσθαι δὲ τοὔνομά φασι τῷ ποταμῷ καθαρσίων τῶν Ῥέας ἕνεκα. ὡς γὰρ δὴ τεκοῦσαν τὸν Δία ἐκάθηραν ἐπὶ ταῖς ὠδῖσιν αἱ Νύμφαι, τὰ καθάρματα ἐς τοῦτον ἐμβάλλουσι τὸν ποταμόν: ὠνόμαζον δὲ ἄρα οἱ ἀρχαῖοι αὐτὰ λύματα. μαρτυρεῖ δὲ καὶ Ὅμηρος, ἀπολυμαίνεσθαί τε ἐπὶ λύσει τοῦ λοιμοῦ τοὺς Ἕλληνας καὶ ἐμβάλλειν τὰ λύματα εἰπὼν σφᾶς ἐς θάλασσαν. [3] εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Κεραυσίῳ: τοῦ Λυκαίου δὲ μοῖρά ἐστι. καθότι ἐγγύτατα ἡ Νέδα Φιγαλέων τῆς πόλεως γίνεται, κατὰ τοῦτο οἱ Φιγαλέων παῖδες ἀποκείρονται τῷ ποταμῷ τὰς κόμας: τὰ πρὸς θαλάσσῃ καὶ ἀναπλεῖται ναυσὶν οὐ μεγάλαις ἡ Νέδα. ποταμῶν δὲ ὁπόσους ἴσμεν Μαίανδρος μὲν σκολιῷ μάλιστα κάτεισι τῷ ῥεύματι, ἔς τε τὸ ἄνω καμπὰς καὶ αὖθις ἐπιστροφὰς παρεχόμενος πλείστας: δεύτερα δὲ ἑλιγμῶν γε ἕνεκα φέροιτο ἂν ἡ Νέδα.

[4] σταδίοις δὲ ὅσον δώδεκα ἀνωτέρω Φιγαλίας θερμά τέ ἐστι λουτρὰ καὶ τούτων οὐ πόῤῥω κάτεισιν ὁ Λύμαξ ἐς τὴν Νέδαν: ᾗ δὲ συμβάλλουσι τὰ ῥεύματα, ἔστι τῆς Εὐρυνόμης τὸ ἱερόν, ἅγιόν τε ἐκ παλαιοῦ καὶ ὑπὸ τραχύτητος τοῦ χωρίου δυσπρόσοδον: περὶ αὐτὸ καὶ κυπάρισσοι πεφύκασι πολλαί τε καὶ ἀλλήλαις συνεχεῖς. [5] τὴν δὲ Εὐρυνόμην ὁ μὲν τῶν Φιγαλέων δῆμος ἐπίκλησιν εἶναι πεπίστευκεν Ἀρτέμιδος: ὅσοι δὲ αὐτῶν παρειλήφασιν ὑπομνήματα ἀρχαῖα, θυγατέρα Ὠκεανοῦ φασιν εἶναι τὴν Εὐρυνόμην, ἧς δὴ καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην ὡς ὁμοῦ Θέτιδι ὑποδέξαιτο Ἥφαιστον. ἡμέρᾳ δὲ τῇ αὐτῇ κατὰ ἔτος ἕκαστον τὸ ἱερὸν ἀνοιγνύουσι τῆς Εὐρυνόμης, τὸν δὲ ἄλλον χρόνον οὔ σφισιν ἀνοιγνύναι καθέστηκε: [6] τηνικαῦτα δὲ καὶ θυσίας δημοσίᾳ τε καὶ ἰδιῶται θύουσιν. ἀφικέσθαι μὲν δή μοι τῆς ἑορτῆς οὐκ ἐξεγένετο ἐς καιρὸν οὐδὲ τῆς Εὐρυνόμης τὸ ἄγαλμα εἶδον: τῶν Φιγαλέων ἤκουσα ὡς χρυσαῖ τε τὸ ξόανον συνδέουσιν ἁλύσεις καὶ εἰκὼν γυναικὸς τὰ ἄχρι τῶν γλουτῶν, τὸ ἀπὸ τούτου δέ ἐστιν ἰχθύς. θυγατρὶ μὲν δὴ Ὠκεανοῦ καὶ ἐν βυθῷ τῆς θαλάσσης ὁμοῦ Θέτιδι οἰκούσῃ παρέχοιτο ἄν τι ἐς γνώρισμα αὐτῆς ὁ ἰχθύς: Ἀρτέμιδι δὲ οὐκ ἔστιν ὅπως ἂν μετά γε τοῦ εἰκότος λόγου μετείη τοιούτου σχήματος.

[7] περιέχεται δὲ ἡ Φιγαλία ὄρεσιν, ἐν ἀριστερᾷ μὲν ὑπὸ τοῦ καλουμένου Κωτιλίου, τὰ δὲ ἐς δεξιὰν ἕτερον προβεβλημένον ἐστὶν αὐτῆς ὄρος τὸ Ἐλάιον. ἀπέχει δὲ τῆς πόλεως ἐς τεσσαράκοντα τὸ Κωτίλιον μάλιστα σταδίους: ἐν δὲ [τῷ] αὐτῷ χωρίον τέ ἐστι καλούμενον Βᾶσσαι καὶ ὁ ναὸς τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου, λίθου καὶ αὐτὸς ὄροφος. [8] ναῶν δὲ ὅσοι Πελοποννησίοις εἰσί, μετά γε τὸν ἐν Τεγέᾳ προτιμῷτο οὗτος ἂν τοῦ λίθου τε ἐς κάλλος καὶ τῆς ἁρμονίας ἕνεκα. τὸ δὲ ὄνομα ἐγένετο τῷ Ἀπόλλωνι ἐπικουρήσαντι ἐπὶ νόσῳ λοιμώδει, καθότι καὶ παρὰ Ἀθηναίοις ἐπωνυμίαν ἔλαβεν Ἀλεξίκακος ἀποτρέψας καὶ τούτοις τὴν νόσον. [9] ἔπαυσε δὲ ὑπὸ τὸν Πελοποννησίων καὶ Ἀθηναίων πόλεμον καὶ τοὺς Φιγαλέας καὶ οὐκ ἐν ἑτέρῳ καιρῷ: μαρτύρια δὲ αἵ τε ἐπικλήσεις ἀμφότεραι τοῦ Ἀπόλλωνος ἐοικός τι ὑποσημαίνουσαι καὶ Ἰκτῖνος ὁ ἀρχιτέκτων τοῦ ἐν Φιγαλίᾳ ναοῦ γεγονὼς τῇ ἡλικίᾳ κατὰ Περικλέα καὶ Ἀθηναίοις τὸν Παρθενῶνα καλούμενον κατασκευάσας. ἐδίδαξε δὲ ὁ λόγος ἤδη μοι τὸ ἄγαλμα εἶναι τοῦ Ἀπόλλωνος Μεγαλοπολιτῶν ἐν τῇ ἀγορᾷ.

[10] ἔστι δὲ ὕδατος ἐν τῷ ὄρει τῷ Κωτιλίῳ πηγή, καὶ ὅπου συνέγραψεν ἤδη τις ἀπὸ ταύτης τῷ ποταμῷ τὸ ῥεῦμα τῷ Λύμακι ἄρχεσθαι, συνέγραψεν οὔτε αὐτὸς θεασάμενος οὔτε ἀνδρὸς ἀκοὴν ἰδόντος: ἃ καὶ ἀμφότερα παρῆσαν ἐμοί: τὸ μὲν ποταμοῦ ῥεῦμα ὂν ἑωρῶμεν, τῆς δὲ ἐν τῷ Κωτιλίῳ πηγῆς οὐκ ἐπὶ πολὺ

ἐξικνούμενον τὸ ὕδωρ ἀλλὰ ἐντὸς ὀλίγου παντάπασιν ἀφανὲς γινόμενον. οὐ μὴν οὐδὲ ὅπου τῆς Ἀρκάδων ἐστὶν ἡ πηγὴ τῷ Λύμακι, ἐπῆλθε πολυπραγμονῆσαί μοι. ἔστι δὲ ὑπὲρ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Ἐπικουρίου Κώτιλον μὲν ἐπίκλησιν, Ἀφροδίτη δέ ἐστιν ἐν Κωτίλῳ: καὶ αὐτῇ [τε] ναός τε ἦν οὐκ ἔχων ἔτι ὄροφον καὶ ἄγαλμα ἐπεποίητο.

XLII. τὸ δὲ ἕτερον τῶν ὀρῶν τὸ Ἐλάιον ἀπωτέρω μὲν Φιγαλίας ὅσον τε σταδίοις τριάκοντά ἐστι, Δήμητρος δὲ ἄντρον αὐτόθι ἱερὸν ἐπίκλησιν Μελαίνης. ὅσα μὲν δὴ οἱ ἐν Θελπούσῃ λέγουσιν ἐς μῖξιν τὴν Ποσειδῶνός τε καὶ Δήμητρος, κατὰ ταὐτά σφισιν οἱ Φιγαλεῖς νομίζουσι, τεχθῆναι δὲ ὑπὸ τῆς Δήμητρος οἱ Φιγαλεῖς φασιν οὐχ ἵππον ἀλλὰ τὴν Δέσποιναν ἐπονομαζομένην ὑπὸ Ἀρκάδων: [2] τὸ δὲ ἀπὸ τούτου λέγουσι θυμῷ τε ἅμα ἐς τὸν Ποσειδῶνα αὐτὴν καὶ ἐπὶ τῆς Περσεφόνης τῇ ἁρπαγῇ πένθει χρωμένην μέλαιναν ἐσθῆτα ἐνδῦναι καὶ ἐς τὸ σπήλαιον τοῦτο ἐλθοῦσαν ἐπὶ χρόνον ἀπεῖναι πολύν. ὡς δὲ ἐφθείρετο μὲν πάντα ὅσα ἡ γῆ τρέφει, τὸ δὲ ἀνθρώπων γένος καὶ ἐς πλέον ἀπώλλυτο ὑπὸ τοῦ λιμοῦ, θεῶν μὲν ἄλλων ἠπίστατο ἄρα οὐδεὶς ἔνθα ἀπεκέκρυπτο ἡ Δημήτηρ, τὸν δὲ Πᾶνα ἐπιέναι μὲν [3] τὴν Ἀρκαδίαν καὶ ἄλλοτε αὐτὸν ἐν ἄλλῳ θηρεύειν τῶν ὀρῶν, ἀφικόμενον δὲ καὶ πρὸς τὸ Ἐλάιον κατοπτεῦσαι τὴν Δήμητρα σχήματός τε ὡς εἶχε καὶ ἐσθῆτα ἐνεδέδυτο ποίαν: πυθέσθαι δὴ τὸν Δία ταῦτα παρὰ τοῦ Πανὸς καὶ οὕτως ὑπ' αὐτοῦ πεμφθῆναι τὰς Μοίρας παρὰ τὴν Δήμητρα, τὴν δὲ πεισθῆναί τε ταῖς Μοίραις καὶ ἀποθέσθαι μὲν τὴν ὀργήν, ὑφεῖναι δὲ καὶ τῆς λύπης. σφᾶς δὲ ἀντὶ τούτων φασὶν οἱ Φιγαλεῖς τό τε σπήλαιον νομίσαι τοῦτο ἱερὸν Δήμητρος καὶ ἐς αὐτὸ ἄγαλμα ἀναθεῖναι ξύλου. [4] πεποιῆσθαι δὲ οὕτω σφίσι τὸ ἄγαλμα: καθέζεσθαι μὲν ἐπὶ πέτρᾳ, γυναικὶ δὲ ἐοικέναι τἄλλα πλὴν κεφαλήν: κεφαλὴν δὲ καὶ κόμην εἶχεν ἵππου, καὶ δρακόντων τε καὶ ἄλλων θηρίων εἰκόνες προσεπεφύκεσαν τῇ κεφαλῇ: χιτῶνα δὲ ἐνεδέδυτο καὶ ἄκρους τοὺς πόδας: δελφὶς δὲ ἐπὶ τῆς χειρὸς ἦν αὐτῇ, περιστερὰ δὲ ἡ ὄρνις ἐπὶ τῇ ἑτέρᾳ. ἐφ' ὅτῳ μὲν δὴ τὸ ξόανον ἐποιήσαντο οὕτως, ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην δῆλά ἐστι: Μέλαιναν δὲ ἐπονομάσαι φασὶν αὐτήν, ὅτι καὶ ἡ θεὸς μέλαιναν τὴν ἐσθῆτα εἶχε. [5] τοῦτο μὲν δὴ τὸ ξόανον οὔτε ὅτου ποίημα ἦν οὔτε ἡ φλὸξ τρόπον ὅντινα ἐπέλαβεν αὐτό, μνημονεύουσιν: ἀφανισθέντος δὲ τοῦ ἀρχαίου Φιγαλεῖς οὔτε ἄγαλμα ἄλλο ἀπεδίδοσαν τῇ θεῷ καὶ ὁπόσα ἐς ἑορτὰς καὶ θυσίας τὰ πολλὰ δὴ παρῶπτό σφισιν, ἐς ὃ ἡ ἀκαρπία ἐπιλαμβάνει τὴν γῆν: καὶ ἱκετεύσασιν αὐτοῖς χρᾷ τάδε ἡ Πυθία:
[6] Ἀρκάδες Ἀζᾶνες βαλανηφάγοι, οἳ Φιγάλειαν
νάσσασθ', ἱππολεχοῦς Δῃοῦς κρυπτήριον ἄντρον,
ἥκετε πευσόμενοι λιμοῦ λύσιν ἀλγινόεντος,
μοῦνοι δὶς νομάδες, μοῦνοι πάλιν ἀγριοδαῖται.
Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας
ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε,
νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.
καί σ' ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,
εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε
σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.

[7] ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον καὶ Ὀνάταν τὸν Μίκωνος Αἰγινήτην πείθουσιν ἐφ' ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος: τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Ἀπόλλων χαλκοῦς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ. τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρὼν γραφὴν ἢ μίμημα τοῦ ἀρχαίου ξοάνου--τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν--ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεαῖς μάλιστα ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου. [8] μαρτυρεῖ δέ μοι τῷ λόγῳ: κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους: ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ἱέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή: Ἱέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθήματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ἱέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός. [9] Ὀνάτα καὶ ταῦτα ποιήματα, καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν,
σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα
τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,
δῶρα Ἱέρων τάδε σοι ἐχαρίσσατο: παῖς δ' ἀνέθηκε

Δεινομένης πατρὸς μνῆμα Συρακοσίου: [10] τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων:
υἱὸς με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,
νάσῳ ἐν Αἰγίνᾳ δώματα ναιετάων.

ἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ Ἀγελάδαν συμβαίνει τὸν Ἀργεῖον.

[11] ταύτης μάλιστα ἐγὼ τῆς Δήμητρος ἕνεκα ἐς Φιγαλίαν ἀφικόμην. καὶ ἔθυσα τῇ θεῷ, καθὰ καὶ οἱ ἐπιχώριοι νομίζουσιν, οὐδέν: τὰ δὲ ἀπὸ τῶν δένδρων τῶν ἡμέρων τά τε ἄλλα καὶ ἀμπέλου καρπὸν καὶ μελισσῶν τε κηρία καὶ ἐρίων τὰ μὴ ἐς ἐργασίαν πω ἥκοντα ἀλλὰ ἔτι ἀνάπλεα τοῦ οἰσύπου, ἃ τιθέασιν ἐπὶ τὸν βωμὸν ᾠκοδομημένον πρὸ τοῦ σπηλαίου, θέντες δὲ καταχέουσιν αὐτῶν ἔλαιον, ταῦτα ἰδιώταις τε ἀνδράσι καὶ ἀνὰ πᾶν ἔτος Φιγαλέων τῷ κοινῷ καθέστηκεν ἐς τὴν θυσίαν. [12] ἱέρεια δέ σφισίν ἐστιν ἡ δρῶσα, σὺν δὲ αὐτῇ καὶ τῶν ἱεροθυτῶν καλουμένων ὁ νεώτατος: οἱ δέ εἰσι τῶν ἀστῶν τρεῖς ἀριθμόν. ἔστι δὲ δρυῶν τε ἄλσος περὶ τὸ σπήλαιον καὶ ὕδωρ ψυχρὸν ἄνεισιν ἐκ τῆς γῆς. τὸ δὲ ἄγαλμα τὸ ὑπὸ τοῦ Ὀνάτα ποιηθὲν οὔτε ἦν κατ' ἐμὲ οὔτε εἰ ἐγένετο ἀρχὴν Φιγαλεῦσιν ἠπίσταντο οἱ πολλοί: [13] τῶν δὲ ἐντυχόντων ἡμῖν ἔλεγεν ὁ πρεσβύτατος γενεαῖς πρότερον τρισὶν ἢ κατ' αὐτὸν ἐμπεσεῖν ἐς τὸ ἄγαλμα ἐκ τοῦ ὀρόφου πέτρας, ὑπὸ τούτων δὲ καταγῆναι καὶ ἐς ἅπαν ἔφασκεν αὐτὸ ἀφανισθῆναι: καὶ ἔν γε τῷ ὀρόφῳ δῆλα καὶ ἡμῖν ἔτι ἦν, καθὰ ἀπεῤῥώγεσαν αἱ πέτραι. .......................







Δρόμοι του Παυσανία


Οι περιηγήσεις του Παυσανία στην αρχαία Ελλάδα:

Ο Παυσανίας υπήρξε μεγάλος Έλληνας περιηγητής και γεωγράφος. Γεννήθηκε στη Λυδία και έζησε τα έτη 110 ή 120 μ.Χ. έως το 170 ή 180 μ.Χ. Έγραψε την «Περιήγηση της Ελλάδος», με πλουσιότατες περιγραφές, που αποτελούν ανεκτίμητο οδηγό των αρχαιολογικών ερευνών και ευρημάτων μέχρι και σήμερα. Ο διακεκριμένος ανθρωπολόγος και εμβριθής μελετητής, Sir James George Frazer (Glasgow 1854-Cambridge 1941), είπε ότι χωρίς τον Παυσανία ένα μεγάλο μέρος των αρχαίων ερειπίων της Ελλάδος θα ήταν ένας λαβύρινθος χωρίς νήμα, ένα αίνιγμα χωρίς λύση ("without him the ruins of Greece would, for the most part, be a labyrinth without a clue, a riddle without an answer"). Πριν από τις περιηγήσεις του στις περιοχές της αρχαίας Ελλάδος, ο Παυσανίας ταξίδεψε πολύ στη Μικρά Ασία, Συρία, Παλαιστίνη, Αίγυπτο, Μακεδονία, Ήπειρο, όπως και σε περιοχές της Ιταλίας.



Ο Παυσανίας περιηγήθηκε στην Ελλάδα κατά την εποχή του Ρωμαίου Αυτοκράτορα Μάρκου Αυρήλιου. Η περιγραφή στην «Περιήγησή» του έχει τη μορφή περιοδείας που αρχίζει από την Αττική και είναι χωρισμένη σε δέκα βιβλία, αντίστοιχα προς τις ευρύτερες γεωγραφικές περιοχές του ελλαδικού χώρου που περιγράφουν. Το πρώτο βιβλίο φαίνεται πως ολοκληρώθηκε μετά το 143 μ.Χ. και πριν το 161 μ.Χ. Στο έργο του δεν αναφέρονται γεγονότα μετά το 176 μ.Χ. Ο ακόλουθος χάρτης απεικονίζει σχηματικά τις περιοχές που καλύπτουν τα δέκα βιβλία της "Ελλάδος Περιήγησις".





Η αναφορά του Παυσανία σε κάθε μια από τις πόλεις αρχίζει με μια γενική έκθεση στην ιστορία της περιοχής. Η περιγραφική διήγησή του ακολουθεί μια τοπογραφική σειρά. Προβάλει μια φευγαλέα ματιά της καθημερινής ζωής, των τελετουργικών μυσταγωγιών, αναφέρει τα έθιμα των κατοίκων κατά των δεισιδαιμονιών και συχνά μας εισάγει στις παραδόσεις και τη λαογραφία. Τα εξέχοντα έργα τέχνης συνιστούν το μεγαλύτερο ενδιαφέρον του. Εμπνευσμένος από τη δόξα της αρχαίας Ελλάδος, ο Παυσανίας είναι εξοικειωμένος στις περιγραφές των θρησκευτικών τελετών και της αρχιτεκτονικής της Ολυμπίας και των Δελφών.



.............................................



"Αρκαδικά" Παυσανία - Κεφ. 39

[1] Κοντά στη Λυκόσουρα, στα δυτικά, περνάει ένα ποτάμι Πλατανιστών που οπωσδήποτε πρέπει να το περάσει όποιος πηγαίνει στη Φιγαλία· μετά τον Πλατανιστώνα πρέπει ν' ανηφορίσει ως τριάντα στάδια η λίγο περισσότερα από τριάντα.

[2] Τα περί του γιου του Λυκάoνα Φίγαλο που ήταν ο πρώτος οικιστής της πόλης, καθώς και τα περί μετονομασίας της πόλης από το Φίαλο, γιο του Βουκολίωνα, και τα περί επαναφοράς του παλιού ονόματος τα έχω αναφέρει και πριν. Υπάρχουν και άλλες όχι αξιόπιστες παραδόσεις: πως ο Φίγαλος ήταν ένας ντόπιος, κι όχι ο γιος του Λυκάονα· άλλοι είπαν πως υπάρχει νύμφη Φιγαλία, από τις λεγόμενες Δρυάδες.

[3] Όταν οι Λακεδαιμόνιοι έκαναν επίθεση κατά των Αρκάδων και εισέβαλαν με στρατό στη άρχισαν να τους πολιορκούν. Όταν το τείχος κινδύνευε να κυριευθεί οι Φιγαλείς απέδρασαν ή οι Λακεδαιμόνιοι τους επέτρεψαν να φύγουν υπόσπονδοι. Η άλωση της Φιγάλιας και η έξοδος των Φιγαλέων έγινε όταν άρχων επώνυμος στην Αθήνα ήταν ο Μιλτιάδης, στο δεύτερο έτος της τριακοστής ολυμπιάδας, κατά την οποία ο Λακεδαιμόνιος Χίονις είχε νικήσει για τρίτη φορά.

[4] Οι Φιγαλείς που είχαν διαφύγει αποφάσισαν να πάνε στους Δελφούς και να ρωτήσουν το θεό σχετικά με την επάνοδο τους· η πυθία έδωσε την απάντηση πως αν μόνοι τους προσπαθήσουν να επιστρέψουν, δεν βλέπει δυνατή την επάνοδο· αν όμως προσλάβουν εκατό διαλεχτούς πολεμιστές από το Ορεσθάσιο, οι πολεμιστές αυτοί θα σκοτωθούν στη μάχη, αλλ' οι Φιγαλείς θα επιτύχουν την επάνοδο. Οι Ορεσθάσιοι μόλις έμαθαν το χρησμό που δόθηκε στους Φιγαλείς, καθένας έσπευδε να προλάβει τον άλλο για να συμπεριληφθεί στους εκατό επίλεκτους και να μετάσχει στην εκστρατεία της Φιγαλίας.

[5] Εμφανίστηκαν προ της φρουράς των Λακεδαιμονίων και συνετέλεσαν στο να πραγματοποιηθεί καθ' όλα ο χρησμός: οι ίδιοι πολέμησαν αξιόλογα και σκοτώθηκαν, έδιωξαν όμως τους Σπαρτιάτες, κ' έτσι μπόρεσαν οι Φιγαλείς να ξαναπάρουν την πατρίδα τους. Η Φιγάλια βρίσκεται σε ύψωμα, απότομο στα περισσότερα μέρη· τα τείχη υψώνονται πάνω από γκρεμούς· η κορυφή όμως του υψώματος είναι ομαλή και επίπεδη. Υπάρχει αυτού και ένα ιερό της Αρτέμιδος σωτείρας με άγαλμα της λίθινο που την παριστάνει όρθια.

[6] Από το ιερό αυτό συνηθίζουν να ξεκινούν οι πομπές τους. Στο γυμναστήριο ένα άγαλμα του Έρμη τον παριστάνει να φορεί ιμάτιο, δεν καταλήγει όμως σε πόδια, αλλ' έχει κάτω το σχήμα των τετράγωνων ερμών. Υπάρχει και ναός του Διονύσου, ο οποίος επονομάζεται από τους ντόπιους ακρατοφόρος· το κάτω μέρος του λατρευτικού αγάλματος δεν είναι ορατό, εξαιτίας των φύλλων δάφνης και των κισσών· το ορατό μέρος είναι αλειμμένο με κιννάβαρι, για να έχει μια λάμψη· λένε πως αυτό το βρίσκουν οι Ίβηρες μαζί με το χρυσάφι.



"Αρκαδικά" Παυσανία - Κεφ. 40

[1] Στην αγορά της Φιγαλίας υπάρχει ανδριάντας του παγκρατιαστή Αρραχίωνα με αρχαϊκά γνωρίσματα, μεταξύ των άλλων στη στάση: τα πόδια του δεν έχουν την κανονική διάσταση και τα χέρια πέφτουν παρά τα πλευρά ως τους γλουτούς· ο ανδριάντας είναι λίθινος καιί λένε πως είχε και επιγραφή, η οποία με τον καιρό εξαφανίστηκε. Ο Αρραχίων είχε κερδίσει δυο ολυμπιακές νίκες πριν από την πεντηκοστή τέταρτη ολυμπιάδα και μια τρίτη κατά την πεντηκοστή τέταρτη, την οποία οφείλει στην κρίση των Ελλανοδικών, άλλα και στην προσωπική του ικανότητα.

[2] Καθώς δηλαδή αντιμετώπιζε για τον κότινο της νίκης τον τελευταίο ανταγωνιστή του, εκείνος, όποιος κι αν ήταν, πρόλαβε και έζωσε με τα πόδια του, τον Αρραχίωνα, ενώ έσφιγγε με τα χέρια το λαιμό του· ο Αρραχίων έσπασε ένα δάχτυλο του ποδιού του αντιπάλου του· έτσι ταυτόχρονα ο Αρραχίων ξεψύχησε πνιγμένος, ενώ ο αντίπαλός του που τον έπνιξε λιποθύμησε από τον πόνο· οι Ηλείοι ανακήρυξαν νικητή το νεκρό Αρραχίωνα, τον όποιο στεφάνωσαν.

[3] Κάτι παρόμοιο ξέρω πως έκαναν οι Αργείοι για τον επιδάμνιο πυγμάχο Κρεύγα: οι Αργείοι δηλαδή έδωσαν το νικητήριο στεφάνι των Νεμείων στο νεκρό Κρεύγα, γιατί ο ανταγωνιστής του Συρακόσιος Δαμόξενος παρέβη τα συμφωνημένα μεταξύ τους: επειδή πλησίαζε να σκοτεινιάσει, ενώ εξακολουθούσαν να πυγμαχούν, συμφώνησαν ενώπιον όλων να καταφέρει καθένας με τη σειρά στον αντίπαλο του χτύπημα· την εποχή εκείνη οι πυγμάχοι δεν φορούσαν ακόμη σκληρούς ιμάντες στους καρπούς των χεριών τους· πυγμαχούσαν ακόμα με τις «μειλίχες», δεμένες περί τις χούφτες των χεριών, ώστε τα δάχτυλα να μένουν έξω· οι μειλίχες γίνονταν από λουρίδες μαλακού βοδινού δέρματος λεπτές, πλεγμένες μεταξύ τους με ένα τρόπο παλιό.

[4] Ο Κρεύγας χτύπησε τότε το Δαμόξενο στο κεφάλι· ο Δαμόξενος, με τη σειρά του, ζήτησε από τον Κρεύγα να σηκώσει το χέρι, και όταν εκείνος το σήκωσε, του κατάφερε ένα πλήγμα κάτω από τα πλευρά, με τα δάχτυλα τεντωμένα ίσια· τα νύχια του ήταν τόσο κοφτερά και το πλήγμα τόσο δυνατό, ώστε το χέρι πέρασε μέσα στο σώμα του αντιπάλου, άρπαξε τα σπλάχνα και τα απέσπασε τραβώντας τα έξω.

[5] Ο Κρεύγας ξεψύχησε αμέσως· οι Αργείοι τότε απέκλεισαν το Δαμόξενο, επειδή παρέβη τη συμφωνία και κατάφερε περισσότερα πλήγματα αντί ενός, και έδωσαν τη νίκη στο νεκρό Κρεύγα, για τον όποιο έκαναν και πλαστική εικόνα στο Άργος, η οποία ήταν στημένη μέχρι των ημερών μου στο ιερό του λύκειου Απόλλωνα.



"Αρκαδικά" Παυσανία - Κεφ. 41

[1]Στην αγορά της Φιγαλίας υπάρχει και πολυάνδριο των επιλέκτων Ορεσθασίων που τους τιμούν ως ήρωες με ετήσιους εναγισμούς.

[2] Ένας ποταμός, ονομαζόμενος Λύμαξ, περνάει κοντά στη Φιγαλία και χύνεται στη Νέδα· λένε πως το ποτάμι αυτό πήρε το όνομά του από τον καθαρμό της Ρέας· οι νύμφες δηλαδή που έκαναν τον καθαρμό της θεάς μετά τον τοκετό έριξαν στο ποτάμι το ρύπο του καθαρμού, για τον όποιο οι αρχαίοι είχαν το όνομα λύματα, όπως φαίνεται και από τον Όμηρο, ο όποιος λέει πως κατά την κατάπαυση του λοιμού οι Έλληνες «απολυμαίνονταν» και έριχναν τα «λύματα» στη θάλασσα. Οι πήγες της Νέδας είναι στο βουνό Κεραύσιο που ανήκει στο Λύκαιο.

[3] Στο μέρος όπου η Νέδα πλησιάζει περισσότερο την πόλη Φιγαλία τα παιδιά των Φιγαλέων κόβουν τα μαλλιά τους προσφέροντας τα στον ποταμό. Κοντά στη θάλασσα το ρεύμα της Νέδας είναι πλωτό από μικρά πλοία. Απ' όλους τους γνωστούς μου ποταμούς το ρεύμα του Μαιάνδρου έχει τους πιο πολλούς ελιγμούς: πολλές φορές στρέφεται προς τα πίσω και πάλι γυρίζει μπρος. Η Νέδα θα μπορούσε να θεωρηθεί το δεύτερο σε ελιγμούς ποτάμι.

[4] Δώδεκα περίπου στάδια πάνω από τη Φιγαλία υπάρχουν θερμά λουτρά - όχι μακριά απ' αυτά ο Λύμαξ κατεβαίνει προς τη Νέδα. Παρά τη συμβολή των ρευμάτων είναι το ιερό της Ευρυνόμης, σεβαστό από παλαιά και για την τραχύτητα του εδάφους δύσκολα προσιτό.

[5] Περί το ιερό υπάρχουν πολλά και πυκνά κυπαρίσσια. Σχετικά με την Ευρυνόμη η κοινότερη άποψη μεταξύ των Φιγαλέων είναι πώς πρόκειται για ένα προσωνύμιο τής Άρτεμης - όσοι όμως απ' αυτούς διέσωσαν αρχαίες αναμνήσεις λένε πως η Ευρυνόμη είναι κόρη του Ωκεανού, αναφερόμενη και από τον Όμηρο στην Ιλιάδα, πως είχε υποδεχτεί, μαζί με τη Θέτι, τον Ήφαιστο.

[6] Το ιερό της Ευρυνόμης το ανοίγουν μια ορισμένη μέρα κάθε χρόνο, ενώ τον υπόλοιπο καιρό καθιερώθηκε να το κρατούν κλειστό. Τότε γίνονται θυσίες από την πόλη και από ιδιώτες. Δεν συνέπεσε να βρεθώ στη Φιγαλία τη μέρα της γιορτής και δεν είδα το άγαλμα της Ευρυνόμης - από τους Φιγαλείς άκουσα πως η ξύλινη λατρευτική εικόνα της θεάς είναι δεμένη με χρυσές αλυσίδες και πως έχει τη μορφή γυναίκας ως τους γλουτούς - το κάτω μέρος έχει τη μορφή ψαριού, πράγμα που θα ταίριαζε ως γνώρισμα μιας κόρης του Ωκεανού, η όποια ζει στο βυθό της θάλασσας μαζί με τη Θέτι. Στην Άρτεμη όμως δεν θα ήταν εύλογο να δοθεί η μορφή αυτή.

[7] Η Φιγάλια κλείνεται γύρω από βουνά, αριστερά το λεγόμενο Κωτίλιο και δεξιά από το Ελάιον όρος που υψώνεται μπροστά της· το Κωτίλιο απέχει σαράντα περίπου στάδια από την πόλη. Στο Κωτίλιο υπάρχει θέση ονομαζόμενη Βάσσαι και ο ναός του επικούρειου Απόλλωνα, μαρμάρινος ο ίδιος και η στέγη του.

[8] Από όλους τους ναούς της Πελοποννήσου, υστέρα από το ναό της Τεγέας, θα μπορούσε αυτός να πάρει την πρώτη θέση για το κάλλος του μαρμάρου και το αρμονικό σύνολο. Το προσωνύμιο δόθηκε στον Απόλλωνα, γιατί ήρθε «επίκουρος» σε αρρώστια επιδημική, όπως και οι Αθηναίοι τον ονόμασαν αλεξίκακο, γιατί κι απ' αυτούς απομάκρυνε την αρρώστια.

[9] Έφερε και στους Φιγαλείς τη σωτηρία κατά τη διάρκεια του πολέμου μεταξύ Πελοποννησίων και Αθηναίων κι όχι σε καμιά άλλη περίσταση· απόδειξη είναι τα δυο προσωνύμια του Απόλλωνα που υποδηλώνουν παρόμοιο, περίπτωση και το ότι αρχιτέκτονας του ναού της Φιγαλίας υπήρξε ο Ικτίνος, σύγχρονος με τον Περικλή, και αρχιτέκτονας επίσης του λεγόμενου Παρθενώνα της Αθήνας. Ανάφερα ήδη πως το λατρευτικό άγαλμα του Απόλλωνα βρίσκεται στην αγορά της Μεγαλόπολης.

[10] Στο όρος Κωτίλιο υπάρχει μια πηγή, από το νερό της οποίας έγραψε κάποιος πως έχει την αρχή του το ρέμα τού Λύμακα· αυτό όμως ούτε ο ίδιος το είδε ούτε από αυτόπτη το άκουσε· σε μένα προσωπικά δόθηκε και η μια και η άλλη ευκαιρία· έβλεπα το ποτάμι να ρέει· από την άλλη μεριά έβλεπα το νερό της πηγής του Κωτιλίου να μην προχωρεί σε μεγάλη απόσταση, άλλα να χάνεται λίγο πιο πέρα εντελώς. Όμως δεν σκέφτηκα να πολυεξετάσω σε ποιό μέρος της Αρκαδίας βρίσκεται η πηγή του Λύμακα. Πιο πάνω από το ιερό του επικούριου Απόλλωνα υπάρχει μια θέση Κώτιλο, απ' όπου προσονομάζεται μια Αφροδίτη του Κωτίλου· γι' αύτη υπήρχε ναός, του οποίου δεν διατηρούνταν η στέγη, υπήρχε και λατρευτικό της άγαλμα.



"Αρκαδικά" Παυσανία - Κεφ. 42

[1] Το άλλο από τα δυο βουνά, το Ελάιον, βρίσκεται σ' απόσταση τριάντα περίπου σταδίων από τη Φιγαλία - σ' αυτό υπάρχει σπηλιά αφιερωμένη στη λεγόμενη μέλαινα Δήμητρα. Την παράδοση των Θελπούσιων πως ο Ποσειδώνας συνευρέθηκε με τη Δήμητρα τη δέχονται και οι Φιγαλείς, οι όποιοι όμως λένε πως η Δήμητρα γέννησε όχι άλογο, αλλά τη λεγόμενη από τους Αρκάδες Δέσποινα.

[2] Από τότε, λένε, θυμωμένη η Δήμητρα για το φέρσιμο του Ποσειδώνα και λυπημένη για την αρπαγή της Περσεφόνης, ντύθηκε στα μαύρα και μπήκε σ' αυτή τη σπηλιά, όπου έμεινε πολύ καιρό κρυμμένη. Άρχισαν τότε να καταστρέφονται όλοι οι καρποί της γης και όλο και περισσότεροι άνθρωποι να πεθαίνουν από την πείνα·

[3] κανένας θεός δεν ήξερε πού είχε κρυφτεί η Δήμητρα, ώσπου ο Παν πήγε στην Αρκαδία και άρχισε να κυνηγάει πότε στο ένα και πότε στο άλλο βουνό· όταν έφτασε στο Ελάιον, πρόσεξε τη Δήμητρα ποια μορφή είχε και τι είδους ένδυμα φορούσε· αυτά τα έμαθε ο Δίας από τον Πάνα και έστειλε τις Μοίρες στη Δήμητρα· η Δήμητρα άκουσε τις Μοίρες και άφησε την οργή της και μετρίασε και τη λύπη. Γι' αυτό το λόγο, λένε οι Φιγαλείς, αφιέρωσαν τη σπηλιά στη Δήμητρα και ανάθεσαν μέσα ένα άγαλμά της ξύλινο.

[4] Το άγαλμα λένε πως είχε την εξής μορφή: η θεά παριστάνονταν σα μια γυναίκα καθισμένη σε βράχο, η οποία όμως είχε κεφάλι και κόμη αλόγου· στο κεφάλι της πρόβαλλαν φίδια και άλλα ζώα· φορούσε χιτώνα μακρύ ως τα πόδια· στο ένα χέρι κρατούσε δελφίνι και στο άλλο περιστέρι· για ποιο λόγο είχαν κάνει έτσι το ξόανο είναι φανερό σε άνθρωπο με ορθοκρισία και με καλό μνημονικό· το προσωνύμιο μέλαινα λένε πως οφείλεται στο μαύρο φόρεμά της.

[5] Δεν θυμούνται τίνος έργο ήταν το ξόανο αυτό ούτε πως έγινε παρανάλωμα φωτιάς. Αφού το παλιό ξόανο αφανίστηκε, οι Φιγαλείς δεν φρόντισαν να προσφέρουν άλλο άγαλμα στη θεά, αλλ' ακόμα παραμέλησαν και τις περισσότερες γιορτές και θυσίες, ώσπου ακαρπία κατέλαβε τη χώρα τους· όταν πήγαν ικέτες στην Πυθία, πήραν τον εξής χρησμό:

[6] Αρκάδες της Αζανίας που τα βαλάνια είναι η τροφή σας, σεις που τη Φιγάλεια κατοικείτε, τη σπηλιά, όπου η Δηώ κρύφτηκε, η θεά που με άλογο πλάγιασε, ήρθατε να μάθετε πως από την πείνα θα γλιτώσετε την οδυνηρή, σεις που μόνοι, δυο φορές νομάδες ζήσατε, μόνοι ξανά με άγριους καρπούς. Η Δηώ σας έκοψε την (ήμερη) τροφή, η Δηώ βοσκούς πάλι σας έκανε από γεωργούς και αρτοφάγους, γιατί τη στερήσατε από τις προσφορές των παλιότερων ανθρώπων και από τις παλιές τιμές. Και θα σας καταντήσει γρήγορα ν' αλληλοφαγωθείτε και να φάτε τα παιδιά σας, αν δεν κατευνάσετε την οργή της με πάνδημες χοές κι αν δεν στολίσετε το βάθος της σπηλιάς με θεϊκές τιμές.

[7] Όταν έφτασε ο χρησμός και τον άκουσαν οι Φιγαλείς, άρχισαν να τιμούν τη Δήμητρα περισσότερο και έπεισαν τον αιγινήτη Ονάτα, γιο του Μίκωνα, να τους κάνει με όποια αμοιβή ένα άγαλμα της Δήμητρας. Του Ονάτα αυτού υπάρχει στην Πέργαμο ένας χάλκινος Απόλλωνας, ιδιαίτερα θαυμαστός για το μέγεθος και την τέχνη. Στην προκείμενη περίπτωση ο Ονάτας βρήκε ζωγραφιά η αντίγραφο από το αρχαίο ξόανο, περισσότερο όμως, κατά την παράδοση, οδηγήθηκε από όνειρα και έκανε ένα χάλκινο άγαλμα για τους Φιγαλείς, περίπου μια γενιά μετά την εισβολή των Περσών στην Ελλάδα.

[8] Συμπεραίνω τη χρονολογία από το εξής: όταν ο Ξέρξης πέρασε στην Ευρώπη, τύραννος των Συρακουσών και της υπόλοιπης Σικελίας ήταν ο Γέλων, ο γιος τον Δεινομένη· όταν ο Γέλων πέθανε, η αρχή περιήλθε στον αδελφό του Γέλωνα Ιέρωνα. Ο Ιέρων πέθανε πριν αφιερώσει στον ολύμπιο Αία τα πλαστικά έργα που είχε τάξει για τις ιππικές του νίκες· έτσι ο γιος του Δεινομένης έκανε τα αναθήματα στην Ολυμπία για λογαριασμό του πατέρα του Ιέρωνα.

[9] Κι αυτά είναι έργα του Ονάτα· υπάρχουν και δυο επιγράμματα στην Ολυμπία ένα σχετικό με το ανάθημα: στους λάμπρους σου αγώνες νίκησε κάποτε, ολύμπιε Δία, ό 'Ιέρων, σε τέθριππο μια φορά και, σε κέλητα δυο, και τούτα σου πρόσφερε τα δώρα·

[10] ο γιος του έκανε το ανάθημα, ο Δεινομένης, σ' ανάμνηση του Συρακόσιου πατέρα του. Το άλλο επίγραμμα λέει: ο γιος μ' έκανε του Μίκωνα, ο Ονάτας που στο νησί κατοικεί την Αίγινα. Ο Ονάτας έζησε την ίδια εποχή με τον Αθηναίο Ηγία και τον Αργείο Αγελάδα.

[11] Προσωπικά επισκέφτηκα τη Φιγαλία ιδίως χάριν αυτής της Δήμητρας. Όπως και οι ντόπιοι συνηθίζουν, δεν έκανα ούτε εγώ για τη θεά αιματηρή θυσία - υπάρχει συνήθεια να προσφέρουν οι ιδιώτες, άλλα και το κοινό των Φιγαλέων κάθε χρόνο, καρπούς ήμερων δέντρων και σταφύλια, κερήθρες μελισσών, ακατέργαστα μαλλιά, γεμάτα ακόμα από τη λίγδα· αυτά τα αφήνουν στον κτιστό μπροστά στη σπηλιά βωμό και χύνουν πάνω λάδι.

[12] Οι ιεροπραξίες είναι έργο μιας ιέρειας με τη βοήθεια του νεώτερου από τους λεγόμενους ιεροθύτες, οι όποιοι είναι τρεις Φιγαλείς πολίτες. Γύρω από τη σπηλιά υπάρχει άλσος από βαλανιδιές και πηγή κρύου νερού. Το άγαλμα που είχε κάνει ο Ονάτας ούτε υπήρχε επί των ημερών μου, αλλ' ούτε και αν είχε γίνει ποτέ ήξεραν οι περισσότεροι Φιγαλείς.

[13] Ο πιο ηλικιωμένος απ' όσους συνάντησα έλεγε πώς τρεις γενιές πριν απ' αυτόν έπεσαν πάνω στο άγαλμα από την οροφή βράχοι, από τους οποίους έσπασε και τελείως καταστράφηκε. Πραγματικά έβλεπα και εγώ στην οροφή το μέρος από όπου οι βράχοι είχαν αποσπαστεί.

......................................





Στα χνάρια του περιηγητή Παυσανία στην Αρκαδία
                                  "Αρκαδία"


Ο Παυσανίας


 Ο Παυσανίας καταγόταν από τη Μικρά Ασία. Ήταν αρχαίος Έλληνας περιηγητής και συγγραφέας. Έζησε τα έτη 110 ή 120μ.Χ έως το 170 ή 180μ.Χ. Η χρονική διάρκεια της ζωής του βγαίνει από εκτιμήσεις ερευνητών, βάσει των χρονολογιών γνωστών ιστορικών γεγονότων που συνδέονται με την ηλικία του και ο ίδιος αναφέρει στα βιβλία του. Είχε λάβει Ελληνική παιδεία και γνώριζε πολύ καλά την Ελληνική ιστορία και μυθολογία.
Από το έργο του "Ελλάδος Περιήγησης", στα "Αρκαδικά" του, που είναι το (Η) όγδοο από τα δέκα βιβλία του, μαθαίνουμε για τις περιηγήσεις του Παυσανία στην Αρκαδία μετά το 160 ή 170 μ.Χ. Είναι η εποχή της αίγλης και της ακμής της Ρωμαϊκής αυτοκρατορίας την οποία θαύμαζε.
 Η αρχαία Αρκαδία
Η Αρχαία Αρκαδία περιλάμβανε το κεντρικό τμήμα της Πελοποννήσου. Η περιοχή της παραλιακής Κυνουρίας ανήκε στην Αργολίδα ή στη Λακεδαίμονα, αφού το Άργος και η Σπάρτη έκαναν συχνά πολέμους για την κατοχή της. Τα όρια λοιπόν της αρχαίας Αρκαδίας ταυτίζονταν σχεδόν με τη σημερινή έκτασή της, με μικρές διαφοροποιήσεις.
 Ο Παυσανίας εισέρχεται στην Αρκαδία.
 Η είσοδος του Παυσανία γίνεται από την ανατολική διάβαση της "Κλίμακος", στο διάσελο του Αρτεμισίου και του Λυρκείου, προερχόμενος από την Αργολίδα. Είναι οι σημερινές "Πόρτες", όπου έχει κατασκευαστεί η σήραγγα του Αρτεμισίου στον κεντρικό δρόμο Τρίπολης - Αθήνας.
Πρώτο χωριό που συναντά είναι τα Μελαγγεία μεταξύ Σάγκα και Νεστάνης, που ταυτίζεται με το Πικέρνι. Στο βόρειο τμήμα του Αργού πεδίου συναντά την "κώμην" της Νεστάνης και αναφέρεται στη "Φιλίππειον κρήνη".

Σταθμοί περιηγήσεων του Παυσανία.
Ο Παυσανίας αναφέρει εννέα (9) πόλεις - σταθμούς απ' όπου θα ξεκινήσει να επισκεφτεί τη γύρω περιοχή και να καταγράψει τις παρατηρήσεις του. Είναι οι παρακάτω κατά σειρά επίσκεψης: Μαντίνεια, Ορχομενός, Φενεός, Ηραία, Γόρτυς, Μεγάλη πόλις, Λυκόσουρα, Φιγαλία και η Τεγέα.



                                        Πρώτος σταθμός: Μαντίνεια

 Από εδώ έκανε πέντε (5) εξορμήσεις,
α) Νοτιοανατολικά, από την πύλη της Τεγέας, έφτασε στα όρια Μαντινείας και Τεγέας.
β) Νότια , από την πύλη του Παλλαντίου πέρα από τη Σκοπή, όπου ήταν ο τάφος του Επαμεινώνδα.
γ) Βορειοδυτικά, από την πύλη του Μεθυδρίου στο χωριό Κάψια, στον Καρδαρά και στην Αλωνίσταινα.
δ) Βόρεια, από την πύλη των Μελλαγγείων μέχρι την "Πτόλιν" το λόφο πάνω από το Γκορτσούλι, όπου ήταν η ακρόπολη της Μαντινείας και από εκεί στην "κώμην της Μαιράς" στο σημερινό Αρτεμίσιο.
ε) Βόρεια, από την πύλη του Ορχομενού, για τον Ορχομενό που ήταν ο δεύτερος σταθμός.
Αναφερόμενα μνημεία: Ο διπλός ναός με τα αγάλματα της Λητούς και των τέκνων της, Απόλλωνος και Αρτέμιδος (έργο του Πραξιτέλη) και το άγαλμα του Ασκληπιού.
Τα ιερά του Σωτήρος ή επιδότου Διός, των Διοσκούρων, της Ήρας με την Αθηνά και την Ήβη, με τα ανάγλυφα των μουσών στο βάθρο τους. (Αρχαιολογικό μουσείο Αθηνών).
Το θέατρο, η Εστία με το μνήμα της Αντινόης, το Γυμναστήριο και ο Ιππόδρομος.
Ο αρχαίος ναός του Ιππίου Ποσειδώνος, κοντά στον Άγιο Νικόλαο Μηλιάς. 



                             Δεύτερος σταθμός: Ο Αρκαδικός Ορχομενός.

Βρίσκεται στην κορυφή του λόφου πάνω από το σημερινό χωριό του Ορχομενού, τριάντα χμ. από την Τρίπολη και πέντε χμ ΒΑ. του Λεβιδίου.
Μνημεία που αναφέρει ο περιηγητής: Ο ναός της Υμνίας Αρτέμιδος, κοντά στο Λεβίδι.
Τείχη, πηγή που υδρευόταν η πόλη του Ορχομενού, το ξόανο της Αρτέμιδος Κεδρεάτιδος και τα ιερά του Ποσειδώνος και της Αφροδίτης με τα λίθινα αγάλματά τους,
"Ταινείαι πηγαί" αναφέρονται τα κεφαλάρια που συνάντησε, βόρεια του Ορχομενού, στη λιμνάζουσα περιοχή ανάμεσα στην Κανδήλα, τη Λίμνη και το Διακόπι. Δεν είναι άλλα από τις πηγές του Κεφαλόβρυσου, το Σίτζι, την Πίκεζα, το Κουρπά, το Κακάβι, και το Σάλκι.
Σήμερα υπάρχουν τα ερείπια της πόλης του Ορχομενού, το θέατρο, το βουλευτήριο, η αγορά και ο ναός της Αφροδίτης.
Από τον Ορχομενό κατευθύνθηκε στο Φενεό περνώντας από ένα δύσκολο πέρασμα φτάνοντας στις Καρυές, το σημερινό Μάτι Κορινθίας. Ήταν η μοναδική δίοδος που ένωνε το Ορχομένιο και Καφυατικό πεδίο με το Φενεατικό που ανήκε τότε στην Αρκαδία. 



                                           Τρίτος σταθμός: Φενεός 

Η περιοχή του Φενεού με την εύφορη πεδιάδα του σήμερα ανήκει στο νομό Κορινθίας.
Μνημεία: Ο ναός της Αθηνάς Τριτωνίας και τα αγάλματα του Ιππίου Ποσειδώνος και της Αρτέμιδος Ευρύππας, πάνω στην ακρόπολη.
Το Στάδιο, που βρισκόταν έξω από την ακρόπολη, όπου ετελούντο τα "Έρμαία", αγώνες προς τιμήν του Ερμή του "Κυλλήνιου" και ο Ιππόδρομος.
Αναφέρονται ακόμη τάφοι ηρώων όπως του Ιφικλή, του Ιολάου, του Μυρτίλου γιού του Ερμή και του Οινομάου του ηνιόχου του,
Από το Φενεό ο Παυσανίας έκανε πέντε εξόδους.
α) Βορειανατολικά, στο δρόμο προς την Πελλήνη με την παρακάτω διαδρομή: Φενεός - Κάτω και Άνω Ταρσός - Καρυά - Αυχένας Χελιδορέας - Κάτω Τρίκαλα Κορινθίας - Ρέθι - Δένδρο - Πελλήνη.
β) Βόρεια, προς την πόλη της Αιγείρας. Στη διαδρομή αυτή έξω από το Φενεό συνάντησε τα ιερά της Αρτέμιδος και του Πυθίου Απόλλωνος.
γ) Ανατολικά, συνάντησε τα Τρίκρηνα, τρεις κρήνες όπου οι νύμφες έλουσαν το νεογέννητο Ερμή.
δ) Βορειοδυτικά, βλέπει το Χελμό με τις κορυφές Αετοράχη, Κορυφή και Νεραϊδοράχη όπου κατακρημνίζονται τα ύδατα της Στυγός από βράχο μεγάλου ύψους. Στα ύδατα της Στυγός ορκίζονταν Θεοί και Θνητοί.
Ο Παυσανίας περνώντας τα Αροάνια, έφτασε στους Λουσσούς. Αναφέρεται ο ναός της "Ημερασίας Αρτέμιδος" και η πόλη Κυναίθη, εκεί όπου σήμερα βρίσκονται τα Καλάβρυτα.
ε) Νοτιοδυτικά, προς Κλείτορα. Συναντά τη Λυκουρία και περνώντας τις πηγές του Λάδωνα και του Αροάνιου φτάνει στην πόλη του Κλείτορα, κοντά στη σημερινή Κλειτορία.
Τα ιερά της περιοχής ήταν της Δήμητρας, του Ασκληπιού, της Ειλειθυίας, των Διοσκούρων και ο ναός με το άγαλμα της Αθηνάς Κορίας.
Τέλος ο περιηγητής από το Φενεό, περνώντας τη Στύμφαλο φτάνει στο λεκανοπέδιο της Αλέας κοντά στα σημερινά χωριά Σκοτεινή, Αλέα, Εξοχή για να φτάσει στον Ορχομενό.
Ελατρεύοντο: Ο Διόνυσος με τις ετήσιες γιορτές τα "Σκιέρεια", η Αλέα Αθηνά και η Εφεσία Άρτεμις.
Ορχομενός - Ψωφίδα - Θέλπουσα.
Δυτικά του Ορχομενού συναντά την πόλη των Καφυών, κοντά στο χωριό Χωττούσα. Από εκεί στην περιοχή των Νάσων τη σημερινή Παναγίτσα, την περιοχή των Αργεαθών και Λυκούντων (το χωριό Φίλια), το Λευκάσιον, την κώμη Πάος, Σείραι, στην αρχαία Ψωφίδα (Τριπόταμα) και παλιότερα Φηγία. Ακολουθώντας την κοίτη του Λάδωνα, αναφέρει την κώμη Θαλιάδες, στην περιοχή της Βάχλιας, την κώμη Καούντος κοντά στο χωριό Βούτσι, το Όγκειον κοντά στο Καλλιάνι και την πόλη Θέλπουσα κοντά στο σημερινό Τουμπίτσι.
 

                                           Τέταρτος σταθμός: Ηραία.

Η Ηραία (Άγιος Ιωάννης) βρίσκεται στη δεξιά όχθη του Αλφειού, κοντά στα σημερινά Λουτρά που ήταν γνωστά από τότε. Δίπλα στο ποτάμι ήταν στίβοι αγωνισμάτων όπου προγυμναζόταν ο Ηραιάτης Ολυμπιονίκης της 65ης Ολυμπιάδας Δαμάρατος.
Από εδώ ο Παυσανίας έκανε τρεις εξόδους.:
α) Δυτικά, προς την Ηλεία.
β) Νότια, όπου συνάντησε την πόλη Αλίφηρα, κοντά στο χωριό Ρογκοζιό.
γ) Νοτιοανατολικά ακολουθώντας τον παράλληλο προς τον Αλφειό αρχαίο δρόμο, συναντά την πρώτη πόλη που την αναφέρει με το όνομα Μελεναιές, όπου σήμερα βρίσκεται το χωριό Κακουρέικα, κατόπιν το Βουφάγιον στην περιοχή του Παλαιοκάστρου που υπάρχει μυκηναϊκή νεκρόπολη.
                                             

                                         Πέμπτος σταθμός: Γόρτυς

Συνεχίζοντας ανατολικά φτάνει στο χωριό "Μάραθα" κοντά στο Βλαχόραφτη και ο επόμενος σταθμός είναι η Αρχαία Γόρτυς.
Δύο εξόδους κάνει από εδώ ο Παυσανίας.
α) Βόρεια συναντά τις πόλεις Τεύθις (Δημητσάνα) και Θεισόα του Μαινάλου (κοντά στην Καρκαλού).
β) Νοτιοανατολικά κατευθυνόμενος προς Μεγαλόπολη συναντά το μνήμα "Παραιβασίου" κοντά στο σημερινό χωριό Ελληνικό. Ύστερα τα ερείπια της Βρένθης (σημερινή Καρύταινα) και περνώντας την αριστερή όχθη του Αλφειού φτάνει στην Τραπεζουντία χώρα, όπου συναντά την ερειπωμένη Τραπεζούντα που ίσως ήταν μητρόπολη της Τραπεζούντας του Πόντου. Πιστεύεται ότι ευρίσκετο στη θέση των σημερινών χωριών Κυπαρίσσια και Μαυριά της Μεγαλόπολης. Συνάντησε ακόμη την πόλη Βασιλίς κοντά στο χωριό Ίσιωμα. Μετά τη Θωκνία φτάνει στη Μεγάλη πόλη, τη σημερινή Μεγαλόπολη.
                                         Έκτος σταθμός: Μεγάλη πόλις

Η αρχαία Μεγαλόπολη εποικίστη από Αρκαδικές κώμες για να περιοριστεί έτσι η εδαφική επέκταση της Σπάρτης. μετά τη μάχη των Λεύκτρων όταν ο Επαμεινώνδας νίκησε τους Σπαρτιάτες.
Μνημεία: Στη δυτική όχθη του Ελισσόντα υπήρχε ο περίβολος των ιερών της Δήμητρας και της Κόρης με τα αγάλματά τους. Τα αγάλματα των Ωρών και του Πάνα, των Νυμφών και του Φιλίου Διός, της Αφροδίτης, της Ήρας, των Μουσών, του Ηρακλή καθώς και ανδριάντες διασήμων πολιτών.
Στη νότια όχθη του Ελισσόντα ήταν το μεγαλύτερο θέατρο της Ελλάδος, ναοί, βωμοί τα αγάλματα του Ερμή, του Απόλλωνα και γενικά όλων των Ολυμπίων Θεών.
Από την Μεγαλόπολη έκανε επτά διαδρομές.
α) Νοτιοδυτικά με κατεύθυνση τα όρια Αρκαδίας - Μεσσηνίας. Η Κρωμίτης χώρα κοντά στη Βελιγοστή, ο τόπος της Νυμφάδος και το Ερμαίον, ερμαϊκή στήλη στα σύνορα με την Μεσσηνία, αναφέρονται. στην πρώτη διαδρομή.
β)Δυτικά μέχρι το "κατά Δέσποιναν Ερμαίον", σύνορα με τη Μεσσηνία.
γ) Νότια, μέχρι το "κατά Βελιμίναν Ερμαίον", σύνορα με τη Λακεδαίμονα.
δ) Βόρεια η διαδρομή ήταν πολύ κοπιαστική. Μεγάλη πόλη - Σκιάς - κώμη των Χαρισίων (Τρίλοφο) - Τρικόλωνοι - Ζοιτία (Ζώνη) - Παρωρία (Παλιομοίρι) - Θυραίο (κοντά στη Σύρνα) - Φάλανθος (δυτικά της Αλωνίσταινας) - Μεθύδριον - Νυμφασία πηγή.
ε) Βόρεια παράλληλα προς την προηγούμενη διαδρομή συναντά την Παλίσκιο χώρα, την ερειπωμένη πόλη των Περαιθέων, Λυκόα (κοντά στη Σιλίμνα) , Μαίναλος, Σουματία (πάνω στο βουνό της Σιλίμνας).
στ) Δυτικά , ερείπια των Μακαρεών (κοντά στο Χωρέμι), των Δασεών (Απιδίτσα), η κώμη Ακακήσιον, το ιερόν της Δέσποινας.
                                   

                                       Έβδομος σταθμός: Λυκόσουρα

Ο Παυσανίας φτάνοντας στη Λυκόσουρα μας περιγράφει με κάθε λεπτομέρεια τα ιερά και τα αγάλματα που συνάντησε σ' αυτόν το χώρο, μεταξύ αυτών και το σύμπλεγμα του Δαμοφώντα.
Τρεις διαδρομές έκανε από τη Λυκόσουρα.
Η πρώτη διαδρομή έγινε βορειοδυτικάπρος το όρος Λύκαιον, τον Αρκαδικό Όλυμπο.
Η δεύτερη διαδρομή προς νότον μέχρι την πόλη Μέλπεια και τα όρη Νόμια που ανήκαν στη Αρκαδία.
Η τρίτη διαδρομή έγινε προς την Αρκαδική τότε πόλη Φιγαλία, νοτιοδυτικά.
Αναφερόμενα μνημεία της περιοχής.
Το ιερό της Δέσποινας, ο ναός της Αρτέμιδος Ηγεμόνης, ανάγλυφες διακοσμήσεις και οι βωμοί της Δέσποινας της Δήμητρας και της Μεγάλης Μητρός. Το σύμπλεγμα του Δαμοφώντα με τα αγάλματα της Δήμητρας και της Δέσποινας, της Άρτεμης και του Ανύτου. Αναφέρεται ακόμη το Μέγαρο και το ιερό του Πανός.
                                   

                                       Όγδοος σταθμός: Φιγαλία

Η Φιγαλία ήταν Αρκαδική πόλη, που κατά τη μυθολογία χτίστηκε από το Φίγαλο γιο του Λυκάονα.
Δύο εξορμήσεις έκανε ο Παυσανίας από τη Φιγαλία
Η πρώτη έξοδος ήταν προς το όρος Κωτύλιο, για να επισκεφτεί και να μας περιγράψει το ναό του Επικούριου Απόλλωνα των Βασσών, έργο του Ικτίνου , όταν οι Φιγαλείς ζήτησαν τη βοήθεια του Απόλλωνα κατά τη διάρκεια θανατηφόρου λοιμού. Σήμερα ο ναός σώζεται σε πολύ καλή κατάσταση.
Η δεύτερη έξοδος έγινε προς το όρος Ελάιον, νότια, όπου ευρίσκετο το σπήλαιο Δήμητρος Μελαίνης. όπου είχε καταφύγει η Δήμητρα όταν έχασε την Περσεφόνη.
Από τη Φιγαλία ο Παυσανίας επέστρεψε στη Μεγαλόπολη για τον τελευταίο σταθμό στην Αρκαδία, την Τεγέα.
                                          Ένατος σταθμός: Τεγέα

Από τη Μεγάλη πόλη με κατεύθυνση ανατολικά πέρασε από τη Λαδόκεια τη σημερινή Μεγαλόπολη, τις Αιμονές (Περιβόλια ή Παλαιόχουνη) , στο Ασεατικό πεδίο, Κ. Ασέα, Παλλάντιο, Τεγέα.
Τρεις εξόδους επιχείρησε από την Τεγέα.
Πρώτη έξοδος νότια στο δρόμο προς τη Λακωνία.
Δεύτερη, νοτιοανατολικά προς Θυρέα μέσω Ριζών προς Άγιο Πέτρο, και Άστρος.
Τρίτη έξοδος από την Τεγέα και την Αρκαδία είναι η διαδρομή βορειοανατολικά για την Αργολίδα, Παράλληλος προς το σημερινό δρόμο Στάδιο - Λιθοβούνια - Στενό - Αγιωργίτικα - διάβαση Παρθενίου προς Αχλαδόκαμπο.

Μνημεία
Ο ναός της Αλέας Αθηνάς με τα ανάγλυφα αετώματα, το χρυσελεφάντινο άγαλμα της Αθηνάς, τα αγάλματα του Ασκληπιού και της Υγείας, των Μουσών των Νυμφών και της Μνημοσύνης. Άλλα ιερά της Αθηνάς Παλλάδος, της Αφροδίτης, της Αρτέμιδος Ηγεμόνης, της Ειλειθυίας ο Βωμός του Πανός, το κενοτάφιο του Ορέστη, ο ναός της Λιμνάτιδος Αρτέμιδος, ο ναός της Κνακεάτιδος Αρτέμιδος, και άλλων θεοτήτων.
Ο Παυσανίας κατά την έξοδό του από την Αρκαδία στη διάβαση του Παρθενίου όρους συνάντησε το τέμενος του Τηλέφου και το ιερό του Πανός.
Μας παρέδωσε ένα περίφημο βιβλίο, τα "Αρκαδικά", που μέσα απ' αυτό γνωρίζουμε την ιστορία της Αρκαδίας, και όχι μόνο, αφού αναφέρεται στη μυθολογία, τη λαογραφία και την τοπογραφία της περιοχής. με κάθε λεπτομέρεια.

Είμαστε ευγνώμονες για την προσφορά του.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου